Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.47 Joseph. AJ 19.52 (English) >>Joseph. AJ 19.58

19.50πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπʼ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος, 19.51φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ διʼ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι. 19.52

Γενομένων δʼ αὐτοῖς ἀξιώσεων ἐπείπερ συνέβαλον, εἰωθότες καὶ πρότερον ὁπότε συνέλθοιεν τίμιον ἡγεῖσθαι τὸν Μινουκιανὸν ὑπεροχῇ τε ἀξιώματος, γενναιότατος γὰρ ἦν τῶν πολιτῶν, καὶ τῷ ἐπὶ πᾶσιν ἐπαινουμένῳ, 19.53μᾶλλον ὡς ἅπτοιτό τινος λόγου φθάσαι κἀκεῖνος εἴ ποτε Χαιρέαν, τι καὶ παραλάβοι σημεῖον τῆς ἡμέρας ἐκείνης· ἀοίδιμος γὰρ διὰ τῆς πόλεως ἦν εἰς τὸν Χαιρέαν διὰ τῶν σημείων τῆς δόσεως πρασσομένη ὕβρις. 19.54 δὲ χάρματι τοῦ λόγου μηδὲν μελλήσας ἠμείβετο τοῦ Μινουκιανοῦ τὸ ἐπὶ τοιοῖσδε πιστεῦσαν ὁμιλίᾳ χρήσασθαι πρὸς αὐτόν, καίσύ μοι δίδως, εἶπεν, σημεῖον ἐλευθερίας, χάρις δέ σοι τοῦ ἀνεγείραντός με μειζόνως ἤπερ εἴωθα ἐμαυτὸν ὁρμᾶν, 19.55οὐδέν μοι χρεία πλειόνων ἔτι λόγων, οἵ με θαρσοῖεν, εἰ δὴ καὶ σοὶ ταῦτα δοκεῖ, γνώμης τε τῆς αὐτῆς κοινωνοὶ καὶ πρότερον συνελθεῖν γεγόναμεν. καὶ ἓν μὲν ὑπέζωμαι ξίφος, ἀμφοῖν δʼ ἂν ἀρκέσειεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.47 Joseph. AJ 19.52 (English) >>Joseph. AJ 19.58

Powered by PhiloLogic